Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.343 Joseph. AJ 11.347 (English) >>Joseph. AJ 12.1

11.345τοὺς δὲ τοῦ Σαναβαλλέτου στρατιώτας ἐκέλευσεν ἕπεσθαι εἰς Αἴγυπτον· ἐκεῖ γὰρ αὐτοῖς δώσειν κλήρους γῆς· καὶ μετʼ ὀλίγον ἐποίησεν ἐν τῇ Θηβαΐδι φρουρεῖν τὴν χώραν αὐτοῖς προστάξας. 11.346

Τελευτήσαντος δὲ Ἀλεξάνδρου μὲν ἀρχὴ εἰς τοὺς διαδόχους ἐμερίσθη, τὸ δὲ ἐπὶ τοῦ Γαριζεὶν ὄρους ἱερὸν ἔμεινεν. εἰ δέ τις αἰτίαν ἔσχεν παρὰ τοῖς Ἱεροσολυμίταις κοινοφαγίας τῆς ἐν σαββάτοις παρανομίας τινος ἄλλου τοιούτου ἁμαρτήματος, παρὰ τοὺς Σικιμίτας ἔφευγεν λέγων ἀδίκως ἐκβεβλῆσθαι. 11.347τετελευτήκει δὲ κατʼ ἐκεῖνον ἤδη τὸν καιρὸν καὶ ἀρχιερεὺς Ἰαδδοῦς καὶ τὴν ἀρχιερωσύνην Ὀνίας παῖς αὐτοῦ παρειλήφει. τὰ μὲν δὴ περὶ τοὺς Ἱεροσολυμίτας ἐν τούτοις ἐτύγχανεν ὄντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.343 Joseph. AJ 11.347 (English) >>Joseph. AJ 12.1

Powered by PhiloLogic